Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.134 Joseph. AJ 2.139 (English) >>Joseph. AJ 2.142

2.137 τοιαῦτα πράττειν εἰς εὐεργέτην καὶ ξένον ἐτολμήσατε;” τῶν δὲ παραδιδόντων αὑτοὺς εἰς κόλασιν ἐπὶ τῷ σώζεσθαι Βενιαμὶν καὶ πάλιν ἀναμιμνησκομένων τῶν εἰς Ἰώσηπον τετολμημένων κἀκεῖνον ἀποκαλούντων μακαριώτερον, εἰ μὲν τέθνηκεν ὅτι τῶν κατὰ τὸν βίον ἀπήλλακται σκυθρωπῶν, εἰ δὲ περίεστιν ὅτι τῆς παρὰ τοῦ θεοῦ κατʼ αὐτῶν ἐκδικίας τυγχάνει, λεγόντων δʼ αὑτοὺς ἀλιτηρίους τοῦ πατρός, ὅτι τῇ λύπῃ ἣν ἐπʼ ἐκείνῳ μέχρι νῦν ἔχει καὶ τὴν ἐπὶ Βενιαμὶν προσθήσουσι, πολὺς ἦν κἀνταῦθʼ Ῥουβῆλος αὐτῶν καθαπτόμενος. 2.138Ἰωσήπου δὲ τοὺς μὲν ἀπολύοντος, οὐδὲν γὰρ αὐτὸν ἀδικεῖν, ἀρκεῖσθαι δὲ μόνῃ τῇ τοῦ παιδὸς τιμωρίᾳ λέγοντος, οὔτε γὰρ τοῦτον ἀπολύειν διὰ τοὺς οὐδὲν ἐξαμαρτόντας σῶφρον ἔλεγεν οὔτε συγκολάζειν ἐκείνους τῷ τὴν κλοπὴν εἰργασμένῳ, βαδιοῦσι δὲ παρέξειν ἀσφάλειαν ἐπαγγελλομένου, 2.139τοὺς μὲν ἄλλους ἔκπληξις ἔλαβε καὶ πρὸς τὸ πάθος ἀφωνία, Ἰούδας δὲ καὶ τὸν πατέρα πείσας ἐκπέμψαι τὸ μειράκιον καὶ τἆλλα δραστήριος ὢν ἀνὴρ ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἔκρινε παραβάλλεσθαι, 2.140καίδεινὰ μέν, εἶπεν, στρατηγέ, τετολμήκαμεν εἰς σὲ καὶ τιμωρίας ἄξια καὶ τοῦ κόλασιν ὑποσχεῖν ἅπαντας ἡμᾶς δικαίως, εἰ καὶ τὸ ἀδίκημα μὴ ἄλλου τινός, ἀλλʼ ἑνὸς τοῦ νεωτάτου γέγονεν. ὅμως δὲ ἀπεγνωκόσιν ἡμῖν τὴν διʼ αὐτοῦ σωτηρίαν ἐλπὶς ὑπολέλειπται παρὰ τῆς σῆς χρηστότητος ἐγγυωμένη τὴν τοῦ κινδύνου διαφυγήν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.134 Joseph. AJ 2.139 (English) >>Joseph. AJ 2.142

Powered by PhiloLogic